Ancient Greek · ~3 min
Chapter 20
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 20.8
Not analysed yet
τὴν ἀλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογρά- φων ὖθος· ἔσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήφεσθαι διδάσκων. Παῦρα δ’ ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης· Πόντον ἐπαΐξαι περὶ τ’ ἄστεα τείχεσι κλεῖσαι, Ῥῆξαί τ’ εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης· Ἄλλος ἔπειτ’ ἔσται Τῖφυς, καὶ Θεσσαλὶς Ἀργώ, Ἀνδράσιν ἡρώεσσιν ἐγαλλομένη, πολέμου δὲ Τρώων καὶ Δαναῶν πειρήσεται αὖθις Ἀχιλλεύς. εὖγ’, ὦ σοφώτατε ποιητά· τὴν γὰρ ποιητικὴν ἐξουςίαν μέχρι τοῦ Προςήκοντος ἐταμιεύσω. Οὐ γὰρ ἦν σοί προκείμενον ἀποδεσπίσαι μὴ ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι Τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηστημένος.