Ancient Greek
Chapter 23
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 23.2
Not analysed yet
ἥδε ἐστὶν ἀληθῶς θεοσέβεια, ἥδε εἰλικρινὴς θρησκεία ἡ παντελῶς ἄχραντος, οὗτος ἔμφρων βίος, ὃν οἱ μετιόντες ὡς διὰ λεωφόρου σεμνῆν τινος ἐπὶ τὸν ἀέναον πορεύονται βίον· οὐδεὶς γὰρ ὅλως τελευτᾷ ὁ τὸν τοιοῦτον ἐνστησάμενος βίον καθαρεύων τε τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, πληροῖ δὲ μᾶλλον τὴν προσταχθεῖσαν αὐτῷ θεόθεν λειτουργίαν ἢ ἀποθνήσκει· ὁ γάρ τοι τὸν θεὸν ὁμολογήσας οὐ γίνεται πάρεργον ὕβρεως οὐδὲ θεμοῦ, ἀλλ´ εὐγενῶς τὴν ἀνάγκην ὑποστὰς τὴν τῆς καρτερίας Πεῖραν ἐφόδιον ἔχει τῆς πρὸς τοῦ θεοῦ εὐμενείας.