Ancient Greek · ~4 min
Chapter 23
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 23.3
Not analysed yet
οὐδὲν γὰρ ἀμφίβολον τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀσπάζεσθαι τὸ θεῖον· καὶ γὰρ ἄν εἴη τῶν ἀτοπωτάτων τοὺς μὲν ἀνθρώπους, ὅταν τυγχάνωσιν εὐεργετούμενοι, ἤτοι ὑπὸ τῶν τῆς αὐτῆς ἐξουςίας ἐπειλημμένων ἢ καὶ ὑποδεεστέρων, ἃ θεραπεύοντες τυγχάνοιεν οἱ εὐεργετοῦντες αὐτούς εὐχαρίστως κατατίθεσθαι καὶ ἀντευεργετεῖν, τὸν δὲ ὑπὲρ πάντας ἀρχηγόν τε τῶν πάντων καὶ τὸ ἀγαθὸν αὐτὸ καταμελῖν τῆς ἀμοιβῆς, ὃ συμπαρομαρτεῖ μὲν ἡμῶν τῷ παντὶ βίῳ καὶ πάρεστιν ἡμῖν τηνικαῦτα, ὁσάκις ἀγαθόν τι ποιῶμεν, καὶ παραχρῆμα μὲν ἀποδεχόμενον τῆς ἀνδρείας καὶ εὐδικίας εὐεργετεῖ, τὴν δὲ συμπλήρωσιν τῆς ἀμοιβῆς εἰς τὴν τοῦ βίου συμπλήρωσιν ἡμῶν ὑπερτίθεται· πᾶσα γὰρ ἡ τοῦ βίου ψῆφος τηνικαῦτα λογοθετεῖται, ἐν ᾧ χρόνῳ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς καταλείπεται, αὐτὴ δὲ ἡ ψυχὴ καθαρὰ καὶ ἄχραντος καθαρῷ καὶ ἀχράντῳ τῷ θείῳ πελάζει. ἥδε μὲν οὖν ἡ τοῦ θείου δικαιοσύνη, καὶ οὗτος ὁ τῶν δικαίων ἐξετασμός, πείρας γενο- μένης κατὰ τὸν βίον πίστεως τε καὶ ἐγκρατείας, καὶ ἐπειδὰν ταῦτα καλῶς ἔχῃ, ὁ μισθὸς ἐπακολουθεῖ τῆς αἰωνίου ζωῆς, μετέρχεται δὲ καὶ τοὺς πονηροὺς ἡ προσήκουσα τιμωρία.