Ancient Greek · ~3 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 4.1
Not analysed yet
Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· ἡ δὲ κατὰ χρόνον ἀρχὴ γένεσις καλεῖται· τὰ δ’ἐκ γενέσεως φθαρτὰ πάντα, μορφὴν δὲ χρόνος ἀμαυροῖ. πῶς οὖν ἂν οἱ ἐκ γενέσεως φθαρτῆς εἶεν ἀθάνατοι; δόξα δὲ τῶν ἀλογίστων δήμων τοιαύτη τις διαπεφοίτηκεν, ὡς παρὰ τοῖς θεοῖς γάμοι παιδοσπορίαι τε ἐνομίσθησαν. εἰ δ’ἀθάνατοι οἱ γεννώμενοι, γεννῶνται δὲ ἀεί, πλημμυρεῖν ἀννάγκη τὸ γένος. προσθήκης δ’ἐπιγενομένης, τίς ἂν οὐρανός, ποία δὲ γῆ τοσοπυτον σμῆνος ἐπιγιγνόμενον θεῶν ἐχώρησεν; τί δ’ἂν εἴποι τις περὶ ἀνδρῶν οὐρανίους ἀδελφοὺς εἰς γάμου κοινωνίαν συναπτόντων μοιχείας τε καὶ ἀκολασίας ἐγκαλούντων; λέγωμεν δὴ τεθαρρηκότως καὶ τὰς τιμὰς αὐτῶν τά τε παρ’ἀνθρώπων εἰς αὐτοὺς γέρα ὕβρεσι καὶ ἀσελγείαις μεμῖχθαι.