Ancient Greek
4.2 to 4.3
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 4.2-3
Not analysed yet
ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἶα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον πλάσμα κολακεύει σέβων ὡς θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος θνητὸν εἶναι. τῶν δ’ ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας. τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποτύπου. ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων· ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.