Ancient Greek · ~2 min
Chapter 5
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 5.4
Not analysed yet
καὶ πάντων μὲν ἡμέρων κηδεμονίαν τινὰ τοῖς ἀνθρώποις ἐπέταξε, πρὸς δὲ τὰ ἄγρια ἅμιλλάν τινα, νομοθετήσας. μετὰ δὲ ταῦτα τὴν τῶν πεπτεινῶν γενεὰν συνεστήσατο, πολλὴν μὲν ἀριθμῷ φύσει δὲ καὶ ἔθεσι διάφορον, ἐκπρεπῆ μὲν χρωμάτων ποικιλίᾳ μουσικῆς δ’ ἁρμονίας ἐμφύτου μέτοχον, ἄλλα τε πάντα ὅσα κόσμος περιλαβὼν συνέχει διευκρινησάμενος, καὶ τούτοις πᾶσιν εἱμαρμένον τοῦ βίου θεσμὸν ὁρίσας, τὴν τελειοτάτην τῶν ὅλων συμπλήρωσιν κατεκόσμησεν.