Ancient Greek · ~3 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 6.1
Not analysed yet
Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἄφρονες ὄντες τῆς τῶν πάντων διακοσμήσεως τὴν φύσιν αἰτιῶνται, οἱ δέ τινες αὐτῶν τὴν εἱμαρμένην ἢ τὸ αὐτόματον. τὴν τούτων ἐξουσίαν τῇ εἱμαρμένῃ λογιζόμενοι οὐδὲ συνιᾶσιν, ὅταν τὴν εἱμαρμένην προσαγορεύωσιν, ὄνομα μὲν φθεγγόμενοι, πρᾶξιν δ’ οὐδεμίαν οὐδ’ ὑποκειμένην τινὰ δηλοῦντες οὐσίαν. τίς γὰρ ἂν εἴη αὐτὴ καθ’ ἑαυτὴν ἡ εἱμαρμένη, τῆς φύσεως γεννησάσης τὰ πάντα; ἢ τί ἂν εἶναι ἡ φύσις νομίζοιτο, εἴπερ ὁ τῆς εἱμαρμένης θεσμὸς ἀπαράβατος ὑπάρχει; ἀλλὰ καὶ τὸ λέγειν εἱμαρμένον τινὰ θεσμὸν εἶναι δηλοῖ ὅτι θεσμὸς πᾶς ἔργον ἐστὶ τοῦ θεσμοθετήσαντος. ἣ τοίνυν εἱμαρμένη, εἴπερ ἐστὶ θεσμός, θεοῦ ἂν εὕρημα εἴη· πάντ’ ἄρα ὑποτέτακται τῷ θεῷ, καὶ οὐδὲν ἄμοιρον τῆς ἐκείνου δυνάμεως.