Ancient Greek · ~2 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 6.3
Not analysed yet
νόμοι δὲ καὶ προτροποαὶ ψόφοι τιμωρίαι τε καὶ πάνθ’ ὅσα παρακαλεῖ μὲν ἐπὶ ἀρετὴν ἀπάγει δ’ ἀπὸ πονηρίας, πῶς οὐκ ἐκ δικαιοσύνης, ἥτις ἐστὶν ἰδία θεοῦ προνοουμένου, ἀλλ’ ἐκ τύχης ἢ τοῦ αὐτομάτου συστῆναι λέγεται; διὰ γὰρ τὸν ποιὸν τῶν ἀνθρώπων βίον καὶ τὸ κατ’ ἀξίαν ἐπαρτᾷ, λοιμῶν ἔσθ’ ὅτε καὶ στάσεων ἀφορίας τε καὶ εὐφορίας ἐπακολουθούντων φανερῶς τε καὶ διαρρήδην μόνον οὐχὶ φωνὴν ἀφιέντων, ὅτι πάντα τὰ τοιαῦτα τοῖς ἡμετέροις βίοις ἐφήρμοσται.