Ancient Greek
Chapter 6
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 6.2
Not analysed yet
καὶ τήν γε εἱμαρμένην θεοῦ εἶναι καὶ νομίζεσθαι προαίρεσιν ἀποδεχόμεθα· ἀλλὰ πῶς ἡ δικαιοσύνη καὶ ἡ σωμφοσύνη καὶ αἱ λοιπαὶ ἀρεταὶ καθ’ εἱμαρμένην; πόθεν δὲ τὰ ταύταις ὑπεναντία, ἥ τε ἀδικία καὶ ἡ ἀκολασία; ἥ τε γὰρ παονηρία ἐκ φύσεως ἀλλ’ οὐχ εἱμαρμένης, ἥ τε ἀρετὴ ἤθους καὶ τρόπων ἐστὶ κατορθώματα. τὰ δὲ τῆς ἀγαθῆς καὶ ὀρθῆς προαιρέσεως ἤτοι πταίσματα ἢ αὖ πάλιν κατορθώματα, ἄλλοτε ἄλλως ἀποβαίνοντα ἢ κατὰ τύχην ἢ κατὰ εἱμαρμένην, πᾶν τε τὸ δίκαιον καὶ τὸ κατ’ ἀξίαν ἀπονεμόμενον ἑκάστῳ πῶς καθ’ εἱμαρμένην;