Ancient Greek · ~2 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 6.6
Not analysed yet
τὸν νοῦν γὰρ οὐκ ἔχοντές φασί τινες τὰ πλεῖστα τῶν τοιούτων διὰ τὴν ἑατῶν χρείαν τοὺς ἀνθρώπους ἐπινενοηκέναι, ἀφθόνως τῆς φύσεως πάντα χρήματα χορηγούσης. ἔστω περὶ τῶν ἐπιγείων καὶ φθαρτῶν τὴν δόξαν ταύτην λόγου τινὸς μετειληφέναι· ἆρ’ οὖν καὶ τὰ ἀθάνατα καὶ τὰ ἀναλλοίωτα τῶν ἀνθρώπων ἐστὶν εὑρήματα; τούτων γὰρ καὶ τῶν τοιούτων ἁπάντων, ὅσα τῆς ἡμετέρας αἰσθήσεως κεχώρισται, νῷ δὲ μόνῳ καταληπτὰ τυγχάνει ὄντα, οὐκ ἔνυλον ζῶον, ἄνθρωπος, ἀλλὰ νοητὴ καὶ αἰώνιος οὐσία θεοῦ γεννήτριά ἐστιν.