Ancient Greek · ~2 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 6.7
Not analysed yet
ἀλλὰ μὴν καὶ ὁ λόγος τῆς διατάξεως ἔργον προνοίας· τὸ τὴν ἡμέραν ἐκλάμπειν καταυγαζομένην ὑπὸ τοῦ ἡλίου, τὸ τὴν νύκτα διαδέχεσθαι δύνοντος αὐτοῦ καὶ διαδεξαμένην μὴ ἀμαυρὸν ὅλως αὐτὴν καταλείπεσθαι διὰ τὴν τῶν ἄστρων χορείαν. τί δ’ ἂν εἴποι τις περὶ τῆς σελήνης, πληρουμένης μὲν ἐκ τῆς καταντικρὺ πρὸς τὸν ἥλιον ἀποστάσεως, λεπτυνομένης δὲ διὰ τὴν ἐκ τοῦ σύνεγγυς πρὸς αὐτὸν ὁμιλίαν; ταῦτ’ οὐχὶ λόγον ἐνδιάθετον καὶ ἀγχίνοιαν δηλοῖ θεοῦ;