Ancient Greek · ~2 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 6.8
Not analysed yet
τὸ τ’ ἐπιτήδειον τῆς ἡλιακῆς φλογὸς τοὺς καρ- ποὺς πεπαινούσης, ἀνέμων τε πνεύματα εὐετηρίαν παρασκευάζοντα, ὄμβρων τε παραψυχή, καὶ ἡ τούτων ἀρμονία ἁπάντων, καθ’ ἣν εὐλόγως τε καὶ εὐτάκτως διοικεῖται τὰ πάντα, τό τ’ ἀίδιον τῆς διατάξεως, εἰς τὸν αὐτὸν ἀποκαθισταμένων τόπον τοῖς δέουσι καὶ νομιζομένοις καιροῖς τῶν πλανητῶν, οὐχὶ φανερὰ τοῦ θεοῦ πρόσταξις, καὶ τῶν ἀστέρων ἐντελὴς διακονία πειθομένη τῷ θείῳ νόμῳ;