Ancient Greek · ~3 min
Chapter 9
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 9.6
Not analysed yet
δοχεῖ δέ μοι ὁ αὐτὸς ἐπιλαμβανόμενος ἐαυτοῦ διοροῦν τὸ ἁμάρτημα, ἐν οἶς ανερῶς διαβεβαιοῦται τὸν θεὸν ἡμῖν ἐμπνεῦσαι τὸν ἑαυτοῦ λόγον, τὸ πνεῦμα τοῦ θεοῦ σαφῶς δηλῶν λογικὴν ψθχὴν ὑπάρχειν, διϊστῶν δὲ τὰ πάντα εἰς δύο εἴδη, νοητόν τε καὶ αἰσθητόν, τὸ μὲν . . . . . ,τὸ δὲ συγκείμενον ἐκ σώματος ἁρμογῆς καὶ τὸ μὲν νῷ καταληπτόν, τὸ δὲ δόξῃ μετ’ αἰσθήσεως δοξαστόν· Ωστε τὸ μὲν τοῦ ἁγίου πνεύματος μετέχον, ἄτε δὴ ἀσύνθετον καὶ ἄλυτον, αἰώνιόν τε εἶναι καὶ τὴν ἀίδιον ζωὴν λελογχέναι, τὸ δὲ αἰσθητόν, πάντη διαλυόμεενον καθ’ ὅν καὶ συνέστη λόγον, ἄμοιρον εἶναι τῆς ἀιδίου ζωῆς.