Ancient Greek · ~2 min
Chapter 9
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 9.7
Not analysed yet
θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἐξῆς διδάσκει, τοὺς μὲν εὖ βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν, μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ καθιεροῦσθαι. ἀλλὰ καὶ βιωφελῶς· τίς γὰρ οὐκ ἄν πεισθεὶς αὐτῷ καὶ τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίον, δικαιοσύνην καὶ σωφροσύνην, ἀσκήσει, τὴν δὲ κακίαν ἀποστραφήσετα; ἀκολούθως δὲ τούτοις ἐπήνεγκεν τὰς πῶν πονηρῶν ψυκὰς Ἀχέροντός τε καὶ Πυφιφλεγέθοντος ῥεύμασι ναυαγίων τρόπον φερομένας πλανᾶςσθαι.