Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.1-3
Not analysed yet
Οὐδὲν γὰρ ἄτοπον. οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν. ΑΛΛ’ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος ὑπολάβοι ἄν τις κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ’ αὐτοῖς ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων ἔφη. τὸ δ’ οὐχ οὕτως ἔχειν οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν· ἀλλ’ ἐπειδὴ Ἀθηναίους Σικελιῶται, φασίν, πολέμῳ νικήσαντες μόνους ἔσωζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δή τινας φυγόντας καὶ ἐπανελθόντας ἐρωτωμένους τε ὑπὸ Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς ἔφασαν εἰρηκέναι ΑΛΛ’ Η TEΘΝΗΚΕΝ. Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ.