Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου γραφάς
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.30-2
Not analysed yet
οὐκ ἀθεεὶ οὐδ’ ἀνθρωπίνῳ λογισμῷ ταύταις ἐπιβάλλοντος ταῖς ἐπηγορίαις. ἀλλὰ καὶ αὐτὴν τὴν θεόπνευστον αὐτοῦ γραφὴν δι’ Ἑλληνικῶν πειρᾶται παραδειγμάτων ἑρμηνεύειν. οὐκ ἐπακούσας Παύλου τοῦ ἀποστόλου λέγοντος ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικὰ πνευματικοῖς συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν. καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. καὶ ταῦτα δὲ ἀγνοήσας ὁ γενναῖος πειρᾶται ἡμῖν ἐξ Ἑλληνικῶν ἀναγνωσμάτων τὴν τῶν θείων Παροιμιῶν διάνοιαν παρατιθέναι, τοῦτον γράφων αὐτοῖς ῥήμασιν τὸν τρόπον