Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.10
Not analysed yet
ταύτην γὰρ ἡμῖν τὴν χάριν τῆς γνώσεως τῆς ἁγίας τριάδος μόνος αὐτὸς διὰ τῆς μυστικῆς δεδώρηται ἀναγεννήσεως, οὕτε Μωσέως οὔτε προφητῶν τινος τῷ προτέρῳ λαῷ ταύτην διακονησαμένου· μόνῳ γὰρ ἔπρεπεν τῷ υἱῷ τοῦ θεοῦ τὴν πατρικὴν ἅπασιν ἀνθρώποις εὐαγγελίσασθαι χάριν, ἐπειδήπερ ὁ νόμος διὰ Μωσέως ἐδόθη ,διὰ δὲ μόνου Ἰησοῦ Χριστοὺ, ὡς διὰ μονογενοῦς υἱοῦ Ἰησοῦ, ἡ χάρις καὶ ἡ ἀλήθεια ἐγένετο.