Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.9
Not analysed yet
ὃ δὴ ἐπαναλαβὼν δευτεροῖ φάσκων ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τί δὲ ἦν τοῦτο, παρ’ ὃ οὐκ ἦν εὐαγγελίζεσθαι ἄλλο εὐαγγέλιον, ἤ που πάντως αὐτὸ ἐκεῖνο ὃ δὴ τοῖς αὐτοῦ παραδιδοὺς μαθηταῖς ὁ σωτὴρ ἀναγέγραπται εἰρηκὼς πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος;