Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου γραφάς
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.10-2
Not analysed yet
ὁ δὲ Μωσέως διάδοχος υἱὸς μέν, ὁ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἄγων τὸν λαὸν καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ ποιήσας, υἱὸς μὲν ἐτύγχανεν τοῦ Ναυῆ, φυλῆς δὲ τῆς Ἐφραίμ, οὐδὲν κοινὸν ἐχούσης πρὸς ἱερωσύνην. ὁ τοίνυν τοσοῦτον ἀποσφαλεὶς τῆς προχείρου λέξεως ψιλήν τε τὴν ἱστορίαν ἀγνοήσας πῶς ἂν γένοιτο ἀξιόχρεως πρὸς διδασκαλίαν τῆς ἀνωτάτω θεολογίας; καὶ ἐπὶ τοῦ Πέτρου δὲ ὡσαύτως ἐπιστῆσαι δέον τὸ ὅπως ἐλέχθη πρὸς αὐτὸν τὸ ὕπαγε ὀπίσω μου,