Ancient Greek
1.11 to 1.13
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.11-2-13
Not analysed yet
καὶ τίς ἡ τοῦ σατανᾶ ὀνόματος ἑρμηνεία, διὰ τί δὲ καὶ σκάνδαλον αὐτὸν εἶπεν, πῶς δὲ σχεδὸν ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ τὸ μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ πρὸς αὐτὸν ἐλέγετο καὶ τὸ ὕπαγε ὀπίσω μου, σατανᾶ, καὶ τίς ἡ διάνοια τοῦ ὀπίσω πορεύεσθαι καὶ τοῦ σωτῆρος (ἢν παρὰ πόδας αὐτὸς διεσάφησεν συνάψας ἑξῆς τὸ εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· ὃ δὴ καὶ ἔργῳ διεπράξατο μικρὸν ὕστερον αὐτὸς ὁ Πέτρος, μαρτυρίῳ τελειωθείς), ἀλλὰ καὶ ἐπιζητῆσαι δέον ἐπὶ ποίοις μὲν αὐτὸν ἐμακάρισεν, ἐπὶ ποίοις δὲ αὐτῷ ἐπέπληξεν· ὁ δὲ μηδενὶ τούτων προσεσχηκὼς ταῦτ’ εἰρῆσθαι πρὸς τὸν διάβολον ἀπεφήνατο τῆς γραφῆς ἐναντίως.