Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.12-2
Not analysed yet
καὶ πῶς οἷοί τ’ ἦσαν γνῶναι τὰ θεῖα καὶ ζηλῶσαι οἱ ψυχικοὶ καὶ οὐκ εἰδότες πνευματικὰ πνευματικοῖς συγκρίνειν, τοῦ θείου ἀποστόλου ἀποφηναμένου ψυχικὸν ἄνθρωπον μὴ δέχεσθαι τὰ τοῦ πνεύματος τοῦ θεοῦ; τοῦ δ’ αὐτοῦ φήσαντος μὴ δύνασθαι γνῶναι τὸν ψυχικὸν τὰ πνευματικά, ὅτι πνευματικῶς ἀνακρίνεται, ἀντιδοξάζων ὁ γενναῖος τῷ ἀποστόλῳ φάσκει τὸν αὐτὸν τρόπον τῷ Σολομῶνι γεγραφέναι τοὺς τὰς Ἑλληνικὰς παροιμίας πεποιημένους.