Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.13-2
Not analysed yet
λέγει δ’ οὖν ἐπὶ λέξεως ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες καὶ γνόντες δι’ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. σκέψαι δὲ καὶ ἄλλως ἐξ αὐτῶν τῶν παραθέσεων ὅσον τῆς ἀληθείας διήμαρτεν, εἰπὼν τοὺς παρ’ Ἕλλησιν τὸν αὐτὸν τῷ Σολομῶνι γεγραφέναι τρόπον.