Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.14-3
Not analysed yet
ὁ μὲν γὰρ Σολομὼν θεοδωρήτῳ σοφίᾳ κινούμενος πᾶσαν αὐτοῦ τὴν γραφὴν ἐπ’ ὠφελείᾳ καὶ σωτηρίᾳ ψυχῶν τῷ τῆς θεοσεβείας ἀνετίθει λόγῳ, γυμνασίου δ’ ἕνεκεν τῆς τῶν ἐντυγχανόντων διανοίας σκοτεινοῖς ἐχρῆτο προβλήμασιν καὶ λόγων στροφαῖς καὶ φωναῖς δι’ αἰνιγμάτων προενηνεγμέναις. καὶ τοῦτο δ’ ἐν ἀρχῇ τῆς βίβλου μαρτύρεται λέγων τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολὴν σκοτεινῶν λόγων, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα,