Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου γραφάς
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.19-2
Not analysed yet
λέγει οὖν κατὰ λέξιν οὕτως ὥσπερ οὗν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντοκράτωρ θεός, οὕτω καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι’ οὗ τὸ τῶν θεοσεβῶν γένος εἰς υἱοθεσίαν καλέσαι προωρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει τοῦ προορισθέντος υἱοῦ θεοῦ λέγων. καὶ αὐθίς φησιν ἐν ἑτέροις οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη τοῦ προορισθέντος υἱοῦ θεοῦ.