Ancient Greek
1.20 to 1.21
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.20-2-21
Not analysed yet
καὶ ἐνταῦθα δὲ οὐ τὴν λέξιν μόνην τὴν ἀποστολικὴν παρέφθειρεν, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτὴν διὰ τῆς προσθήκης τῆς τοῦ πρὸ προθέσεως. ἀδελφὰ δὲ τούτοις πράττων, τῆς ψαλμῳδίας περιεχούσης ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ὁ δὲ κἀνταῦθα προσθήκῃ κέχρηται τῇ μηδαμῶς ἐμφερομένῃ πρὸς τὸ καταμέμφεσθαι τῷ μὴ ὁμοίως αὐτῷ φάσκοντι. ἐπάκουσον οὖν ὅπως γράφει λέγων διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὧν μηδέπω πρότερον διῆλθον νυνὶ διελθεῖν.