Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου γραφάς
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.29-2
Not analysed yet
ὁ δὲ τούτων οὐδὲν ἰδών, ὥσπερ τι χαριζόμενος τῷ ἀνδρὶ προφήτην αὐτὸν καλεῖ, οὐ συνιεὶς ὅτι οἱ προφῆται περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι. θλιβόμενοι, κακουχούμενοι. καὶ τὰς Παροιμίας δὲ αὐτοῦ προφητείαν εἶναι λέγει, εἰ μηδαμοῦ τῆς θείας γραφῆς διδασκούσης, αὐτοῦ δὲ τοῦ σοφωτάτου σὺν θείῳ πνεύματι ταύτῃ μὲν τῇ βίβλῳ ΠΑΡΟΙΜΙΑΙ ὄνομα θέντος, τῇ δὲ ἑτέρα ΕΚΚΛΙΣΙΑΣΙΑΣΤΗΣ καὶ τῇ τρίτῃ ΑΙΣΜΑΤΑ ΑΙΣΜΑΤΩΝ,