Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.29-3
Not analysed yet
ταῦτα εἰπὼν καὶ προσθεὶς ἕτερα εἰς ἀνατροπὴν τοῦ πρὸ τῶν αἰώνων γεγενῆσθαι τὸν υἱόν, ἐπιλέγει αὐτοῖς ῥήμασιν ἀξιῶ δὲ τοὺς ἐντυγχάνοντας τῶν ἁγίων, ὡσπερεὶ σπέρματα καὶ ἀρχὰς τῆσδε τῆς ἐξηγήσεως ἀληθῶς εἰληφότας, πλείονας ἀποδείξεις προσθεῖναι τοῖς εἰρημένοις, ὥστε ἔτι μᾶλλον τὰς τῶν περὶ τὴν πίστιν διαστρεφόντων ἐλέγχεσθαι προαιρέσεις. ὄντως γὰρ θεὸν τὸν γεννήσαντα αὐτοὺς ἐγκατέλιπον, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους.