Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.30-3
Not analysed yet
τοιαῦτα καὶ διὰ τούτων λοιδορησάμενος ἑξῆς πειρᾶται δεικνύναι ὅτι μηδὲ εἰκὼν τοῦ θεοῦ ἐστιν ὁ υἱός, λέγων οὕτως ἀκόλουθον ἡγοῦμαι βραχέα καὶ περὶ τῆς εἰκόνος εἰπεῖν. γέγραφεν γάρ· ἄλλος δέ ἐστιν ὁ ἐξ αὐτοῦ γεννηθείς, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. εἰκόνος διὰ τοῦτο μέμνηται θεοῦ ἀοράτου Ἀστέριος, ἵνα τοσοῦτον τὸν θεὸν τοῦ λόγου διαφέρειν διδάξῃ, ὅσον καὶ ἄνθρωπος τῆς ἑαυτοῦ εἰκόνος διαφέρειν δοκεῖ.