Ancient Greek
1.3 to 1.5
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.3-5
Not analysed yet
ἤδη δὲ καὶ ἀραῖς κέχρηται κατ’ αὐτῶν, οἷα γυναικῶν ἐν μάχῃ, λοιδορούμενος καὶ ἐπαρώμενος τοῖς μηδὲν αὐτὸν ἠδικηκόσιν. διὸ καὶ πέρα τοῦ δέοντος εἰς μακρὸν αὐτῷ καὶ ἄμετρον μῆκος ἐξέπεσεν ἡ γραφή, ὡς ὅλον ἐπῶν ἐγγύς που μυρίων τὸν ἕνα λόγον ἀπαρτισθῆναι. εἰκότως οὖν κατὰ τῶν ἁγίων τοῦ θεοῦ λειτουργῶν κακήγορον γλῶτταν ὀξύνας καὶ τὸ ἀνευλαβὲς καὶ ἄφοβον προγυμνάσας ἐν τούτοις, προϊὼν ἑξῆς προὔκοψεν ἐπ’ αὐτὸ τὸ κορυφαιότατον τοῦ παντός, τὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν τοῦ θεοῦ τοιαύταις ἀθέοις ὑποβαλὼν βλασφημίαις. οἵας μικρὸν ὕστερον αὐτοῦ λέγοντος, ἀλλ’ οὐκ ἐμοῦ, βέλτιον ἀκούειν. τῇ δέ γε παραθέσει τῶν αὐτοῦ ῥημάτων χρησάμενος μέχρι τούτου στήσομαι τέως πρὸς ἐναντίωσιν καὶ ἀνατροπὴν αὐτῶν οὐ μακροὺς ἐπάγων λόγους, τῷ μήτε τοὺς ἄνδρας τοὺς ὑπ’ αὐτοῦ βλασφημηθέντας ἀγνῶτάς τινας εἶναι καὶ ἀφανεῖς, γνωρίζεσθαι δὲ παρὰ τοῖς πᾶσιν καὶ σιωπῶντος,