Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.6
Not analysed yet
μήτε τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ βλασφημίαν ἀμφήριστόν τινα καὶ ἀγνοουμένην ὑπάρχειν, ὡς πολλῆς τινος καὶ λογικωτέρας πρὸς ἔλεγχον δεηθῆναι σπουδῆς· οὕτως πᾶσιν τοῖς τῆς ἐκκλησιαστικῆς χάριτος μετειληχόσιν, μικροῖς ὁμοῦ καὶ μεγάλοις, καὶ αὐτὸ μόνον λεχθεῖσα πρόδηλος καθέστηκεν ἡ τοῦ ξένου τούτου καὶ θεολόγου κενοφωνία. διὸ βραχέσιν αὐτὸ μόνον παρασημειώσεσιν χρήσομαι, εἱρμῷ καὶ τάξει σωματοποιῶν τὸν λόγον, ὑποσημαινόμενός τε αὐτὸ μόνον τὸ παράλογον τῶν ἐμφερομένων.