Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.32
Not analysed yet
καὶ ἦν οὐχ ὡς ψιλὸς θεοῦ λόγος, ἀνυπόστατος, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ (οὐ γὰρ ἂν εἴη οὕτω γε μεσίτης)· ἀλλ’ ἦν καὶ προῆν ὡς μονογενὴς υἱὸς πλήρης χάριτος καὶ ἀληθείας. καὶ ἦν μεσιτεύων τῷ πατρὶ παρέχοντι τὸν νόμον δι’ ἀγγέλων ἀνθρώποις. ὃ δὴ διδάσκων ἐξ ἐκείνου τοὺς ἀγνῶτας καὶ ἀμαθεῖς τῆς τοῦ υἱοῦ θεοῦ θεολογίας ὁ ἀπόστολος ἐπεσφραγίζετο λέγων ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. οὐ γὰρ ἔχει φύσιν ἐφ’ ἑνὸς τὸν μεσίτην ὁρίζεσθαι.