Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.33
Not analysed yet
διὸ οὗτος μὲν οὐκ ἔστιν ἑνός, δυεῖν δὲ μέσος ἐξ ἀνάγκης, οὐδέτερος ὢν ἐκείνων ὧν μέσος τυχχάνει· ὥστε μήτε αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν ἡγεῖσθαι μήτε τῶν ἀγγέλων ἕνα, τούτων δὲ μέσον καὶ μεσίτην, ὅτε τῷ πατρὶ καὶ ἀγγέλοις μεσιτεύει· ὡς οὐ πάλιν, ὅτε μεσίτης γίνεται θεοῦ καὶ ἀνθρώπων, μέσος ὢν ἑκατέρου τάγματος οὐδέτερόν ἐστιν, ὧν μεσίτης ὑπάρχει̇ οὔτ’ αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς οὔθ’ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις ἄνθρωπος.