Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.5-2
Not analysed yet
ὁ μὲν γὰρ αὐτῶν τις ἔφη, Γλαῦκόν τινα ἐπιστήμονα τέχνης τινὸς γεγονότα †πολλῶν οὖσαν θαυμασιωτάτην, ἀπολέσθαι ἄμα ἐκείνῳ κατὰ θάλατταν, μηδενός πω διακηκοότος αὐτῆς. ἕτερος δέ, τὴν ἐπ’ ἄκρον μουσικῆς ἐμπειρίαν μαρτυρήσας τῷ Γλαύκῳ. τοὺς κατασκευασθέντας ὑπ’ αὐτοῦ δίσκους χαλκοῦς φησιν τέσσαρας, πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν· ἔνθεν τε εἰρῆσθαι τὴν παροιμίαν.