Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.6-2
Not analysed yet
ἄλλος δέ τις Ἀλυαττικῶν ἀναθημάτων φησὶν ἀνακεῖσθαι κρατῆρα καὶ ὑποκρατήριον θαυμάσιον, Γλαύκου Χίου ποίημα. ἕτερος δέ. Γλαῦκον αὐτὸν ἀναθεῖναι εἰς Δελφοὺς τρίποδα χαλκοῦν, οὕτω δημιουργήσαντα τοῖς †παχέως τε κρουομένου, τούς τε πόδας, ἐφ’ ὧν βέβηκεν, καὶ τὸ ἄνω περικείμενον καὶ τὴν στεφάνην τὴν ἐπὶ τοῦ λέβητος καὶ τὰς ῥάβδους διὰ μέσου τεταγμένας φθέγγεσθαι λύρας φωνῇ. καὶ αὖθις ἕτερος, ἀπὸ Γλαύκου τινὸς δόξαντός τι πλέον πεποιηκέναι εἰρῆσθαι τὴν παροιμίαν.