Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.7
Not analysed yet
πρὶν δ’ ἐπὶ τὰς αὐτοῦ χωρῆσαι φωνὰς ἀναγκαίως τοῖς ἐντυγχάνουσι τῷ τοῦ ἀνδρὸς συγγράμματι συμβουλεύσαιμ’ ἄν, εἰ δὴ μάλιστα Γαλατῶν εἶέν τινες, μὴ ἀμνημονεῖν τῆς θείας φωνῆς Παύλου τοῦ ἀποστόλου, ὃς αὐτοῖς Γαλάταις γράφων παρῄνει μὴ μετατίθεσθαι ἀπὸ τοῦ καλέσαντος αὐτοὺς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον (οὐκ ἔστιν γὰρ ἄλλο, ὡς αὐτὸς ἔφη, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες αὐτοὺς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ),