Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 10-3
Not analysed yet
οὐδὲ γὰρ αὐτὸς καθ’ ἑαυτὸν ὁ λόγος ἀρχὴν βασιλείας εἴληφεν, ἀλλ’ ὁ ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἄνθρωπος διὰ τῆς τοῦ λόγου δυνάμεως βασιλεὺς γέγονεν, ἵνα βασιλεὺς γενόμενος τὸν πρότερον ἀπατήσαντα νικήσῃ διάβολον. διὰ τοῦτο καὶ αἱ Πράξεις τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, οὕτως διδάσκουσιν λέγουσαι ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως. καὶ αὗται ὥσπερ ὅρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι ἐν ᾧπερ προσήκει τὴν κατὰ ἄνθρωπον οἰκονομίαν ἡνῶσθαι τῷ λόγῳ οὕτω λέγουσιν.