Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος μήτε εἶναι μήτε προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ πρὸ τῆς ἐκ παρθένου γεννήσεως ἐδόξαζεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 11
Not analysed yet
καὶ οὐ φρίττει τὸν ἀρχηγὸν τῆς ἀναστάσεως, τὸν τῆς αἰωνίου ζωῆς τοῖς πᾶσιν αἴτιον, ἐκπεσεῖσθαι τῆς βασιλείας οὐ μόνον. ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς ἀποφαινόμενος· ὥσπερ ἂν εἴ τις ὀφθαλμοὺς μὲν δῷ, φῶς δὲ τὸ τῆς τούτων χορηγὸν ἐκλάμψεως ἀνέλοι. καὶ οὔτε ὁ τοσοῦτος τοῦ θεοῦ ἄγγελος Γαβριὴλ οὔτε ὁ μέγας προφήτης Δανιὴλ, περὶ οὑ ἐλέχθη μὴ σύ σοφώτερος εἶ τοῦ Δανιήλ; οὔτε ὁ τοσοῦτος Ἡσαΐας οὔθ’ ὁ λοιπὸς τῶν προφητῶν χορὸς τοιαῦτα μὴ γράφειν μηδὲ φρονεῖν τὸν ἄνδρα ἔπεισαν,