Ancient Greek
11 to 12
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 11-3-12
Not analysed yet
τὸ τοίνυν κεφάλαιον τουτὶ τῆς Παροιμίας οὐ τὴν ἀρχὴν τῆς θεότητος, ὥσπερ αὐτοὶ νομίζουσιν, τοῦ σωτῆρος ἡμῶν παραστῆσαι βουλόμενον κύριος ἔκτισέν με ἔφη, ἀλλὰ τὴν δευτέραν κατὰ σάρκα οἰκονομίαν· διὸ καὶ κτίσεως μέμνηται προσφόρως τῆς ἀνθρωπίνης σαρκός. καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν ἡ κτίσις τῇ κατὰ ἄνθρωπον αὐτοῦ διαφέρει πραγματείᾳ. διό φησιν κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἔκτισέν με δηλονότι διὰ τῆς παρθένου Μαρίας δι’ ἧς ὁ θεὸς ἑνῶσαι τὴν ἀνθρωπίνην σάρκα τῷ ἑαυτοῦ λόγῳ προείλετο.