Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 13-2
Not analysed yet
ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· ἐν ἐμοὶ γάρ φησιν ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί. καὶ ἔτι τούτοις προστίθησιν, ἀπογυμνῶν τὸν ἴδιον νοῦν δι’ ὧν ἑξῆς ἐπάγει, λέγων ὁ τοίνυν ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης τῆς ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, ἐν ἀρχῇ ἦν ὁ λόγος λέγων καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.