Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 13-4
Not analysed yet
τούτοις μεθ’ ἕτερα ἐπιλέγει οὐκοῦν οὐ δι’ ἑαυτόν, ἀλλὰ δι’ ἡμᾶς τὴν ἀνθρωπίνην ἀνείληφεν σάρκα. εἰ δὲ δι’ ἡμᾶς ἀνειληφὼς φαίνεται, πάντα δὲ τὰ καθ’ ἡμᾶς τῇ αὐτοῦ προνοίᾳ καὶ ἐνεργείᾳ ἐν τῷ καιρῷ τῆς κρίσεως τέλους τεύξεται, οὐκέτι οὐδὲ ταύτης τῆς ἐν μέρει βασιλείας ἔσται χρεία. ταῦτα Μάρκελλος εἰπών, εἶτα συναισθόμενος ἑαυτοῦ εἰς ἄτοπον ἐκπεπτωκότος, προστίθησιν τοῖς εἰρημένοις ταῦτα εἰ δέ τις λέγοι, διὰ τοῦτο τὴν ἀνθρωπίνην σάρκα ἀξίαν εἶναι τοῦ λόγου, ὅτι διὰ τῆς ἀναστάσεως ἀθάνατον αὐτὴν ἀπειργάσατο, γνώτω ὅτι οὐ πᾶν, ὅπερ ἀθάνατον, τοῦτο ἄξιον θεοῦ.