Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 15
Not analysed yet
τούτοις προϊὼν ἑξῆς ἐπιλέγει ταῦτα εἰ οὖν αὐτὸς λέγει ταῦτα ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω, καὶ αὖθις καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός καὶ πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν ,δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί ,ἵνα ἐν θεῷ μὲν ᾖ ὁ λόγος ὁ τοῦτο λέγων, ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος.