Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 17
Not analysed yet
οὕτω γὰρ ἡμᾶς τὰ ῥητὰ διδάσκει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο, ἐπιφέροντος δὲ κἀκεῖνο πλὴν μὴ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. οὐ συμφωνοῦντος γὰρ ἦν πρῶτον μὲν τὸ λέγειν παρελθέτω τὸ ποτήριον τοῦτο· οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ, λέγει γὰρ μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω. πάτερ, θέλημα.