Ancient Greek
19 to 20
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 19-3-20
Not analysed yet
τοιοῦτο τέλος ἐπήγαγεν τῇ σαρκὶ τοῦ σωτῆρος ἡμῶν ὁ θαυμαστὸς οὗτος συγγραφεύς, ἀμνημονήσας ὧν περὶ αὐτῆς διὰ τῶν ἔμπροσθεν εἴρηκεν. εἶθ’ ὁ σαφῶς οὕτως τὸ σῶμα τὸ σωτήριον ἔρημον τοῦ λόγου γενήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρὸν ἀποφηνάμενος εὐλάβειαν προσποιεῖται καὶ μὴ εἰδέναι φησὶν ἀποκρίνεσθαι, εἴ τις αὐτὸν ἔροιτο περὶ τῆς σαρκός, φῆσαι δ’ ἂν πρὸς τὸν ἐρωτῶντα· μή μου πυνθάνου περὶ ὧν μὴ μεμάθηκα.