Ancient Greek
2 to 3
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 2-2-3
Not analysed yet
εἶτα προϊὼν ἑξῆς ἀίδιον αὐτὸν λέγει, ἀγένητον αὐτὸν οὕτως ὁριζόμενος. γράφει δὲ οὕτως ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι; καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου· ἐν ἀρχῇ ἦν ὁ λόγος λέγων καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται. καὶ μεθ’ ἕτερα ἐπιλέγει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἢ λόγος ἦν.