Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 2-3
Not analysed yet
καὶ μεθ’ ἕτερα ἐπάγει εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν, ἐπειδὴ ὁ λόγος σὰρξ ἐγένετο. τήρει ὅπως διὰ τούτων Μάρκελλος τὸ Ἰησοῦ καὶ Χριστοῦ ὄνομα καὶ τὰς λοιπὰς προσηγορίας οὐ βούλεται κεῖσθαι ἐπὶ τοῦ λόγου, ἀλλ’ ἐπὶ τῆς σαρκὸς ἧς ἀνείληφεν. ἀναγκαία δὲ ἡ ἐπιτήρησις, ἵν’ ὅταν αὐτὸς πάλιν ἀποβάλῃ τὴν σάρκα ἐλέγχοιτο εἰς αὐτὸν ἀσεβῶν τὸν Χριστὸν τοῦ θεοῦ. μετὰ δὴ τὰ προλεχθέντα ἑξῆς προϊὼν τὰ περὶ τοῦ σώματος τοῦ σωτῆρος τοιαῦτα γράφει