Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 21-2
Not analysed yet
21 ἔπειτα ἑξῆς ἕτερά τινα διελθὼν ἐπιφέρει οὐκοῦν ἐπειδήπερ περὶ τῶν προαγόντων εἰρήκαμεν, ἀκόλουθόν ἐστιν καὶ τὸ λεῖπον ἀναπληρῶσαι. λείπει δὲ τὸ κατὰ τὰ ὅρη καὶ τοὺς βουνούς. πρὸ γὰρ τοῦ ὄρη ἑδρασθῆναι φησὶν πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ μέ. ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ.