Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 23-2
Not analysed yet
λέγει δὲ οὕτως διὰ τοῦτο εἰκότως ἐπιφέρει ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. πότε γενόμενος εἰκὼν ἢ ὁπηνίκα τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἀνείληφεν πλάσμα; πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ ἐπιμένει τὸ αὐτὸ γυμνότερον διασαφῶν, δι’ ὧν φησίν οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ· τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται.