Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 25
Not analysed yet
ὅθεν οὐ μόνον τὸ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμί, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα, δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς, ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυναμένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρχει καὶ ὁ τούτου λόγος. οὐ διὰ τὴν ἐν ἅπασιν οὖν συμφωνίαν τοῦτ’ ἔφη πρὸς Φίλιππον.