Ancient Greek
26 to 28
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 26-2-28
Not analysed yet
ἀλλὰ καὶ γυμνῇ τῇ κεφαλῇ φήσας πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν συνεῖναι τῷ λόγῳ;) ,εἶναι εἰκόνα τοῦ ἀοράτου θεοῦ τὴν σάρκα ἐπὶ τοῦ παρόντος εἶναι διισχυρίζεται, διαβεβαιούμενος ἀποφαντικῶς ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος αὐτοῦ. 20 καὶ αὖθις μετὰ τὰ ἐκτεθέντα ἐπιφέρει λέγων διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. εἰκὼν δὲ ἐστὶν φησὶν ὁ ἀπόστολος τοῦ ἀοράτου θεοῦ. νῦν δηλονότι, ὁπηνίκα τὴν κατ’ εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. οὕτε γὰρ τὸν λόγον οὕτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν.