Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 26-3
Not analysed yet
εἰ δὴ ταῦτα λέγοι, ἐρωτήσασιν ἡμῖν ἀποκρινάσθω, ἆρ’ ἐπὶ μόνην τὴν σάρκα ταύτην ἡ τοῦ λόγου ἐνέργεια ἔφθακεν, οὐχὶ δὲ καὶ ἐφ’ ἑτέρους ἀνθρώπους τοὺς ἁγίους τοῦ θεοῦ; καὶ εἰς τὰ λοιπὰ δὲ πάντα τοῦ λόγου δημιουργήματα οὐχὶ ὁ αὐτὸς ἐνεργεῖ λόγος; καὶ μὴν μεμαθήκαμεν ὡς τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. οὐκοῦν ἐνεργεῖ καὶ ἐπὶ πάντων.